Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.110 Joseph. AJ 6.115 (English) >>Joseph. AJ 6.119

6.113κἀκεῖθεν ἀνερπύσαντες μετὰ πολλῆς ταλαιπωρίας ἐβιάσαντο τὴν τοῦ χωρίου φύσιν ἀνελθεῖν ἐπὶ τοὺς πολεμίους, ἐπιπεσόντες δʼ αὐτοῖς κοιμωμένοις ἀποκτείνουσι μὲν ὡς εἴκοσι, ταραχῆς δὲ καὶ ἐκπλήξεως αὐτοὺς ἐγέμισαν, ὡς τινὰς μὲν φυγεῖν τὰς πανοπλίας ἀπορρίψαντας, 6.114οἱ δὲ πολλοὶ μὴ γνωρίζοντες ἑαυτοὺς διὰ τὸ ἐκ πολλῶν ἐθνῶν εἶναι πολεμίους ὑπονοοῦντες ἀλλήλους, καὶ γὰρ εἴκαζον ἀναβῆναι πρὸς αὐτοὺς τῶν Ἑβραίων οὐ δύο μόνους, εἰς μάχην ἐτράποντο. καὶ οἱ μὲν αὐτῶν ἀπέθνησκον κτεινόμενοι, τινὲς δὲ φεύγοντες κατὰ τῶν πετρῶν ὠθούμενοι κατεκρημνίζοντο. 6.115

Τῶν δὲ τοῦ Σαούλου κατασκόπων τεταράχθαι τὸ στρατόπεδον τῶν Παλαιστίνων φρασάντων τῷ βασιλεῖ Σαοῦλος ἠρώτα, μή τις εἴη τῶν αὑτοῦ κεχωρισμένος. ἀκούσας δὲ τὸν υἱὸν καὶ σὺν αὐτῷ τὸν ὁπλοφόρον ἀπεῖναι κελεύει τὸν ἀρχιερέα λαβόντα τὴν ἀρχιερατικὴν στολὴν προφητεύειν αὐτῷ περὶ τῶν μελλόντων. τοῦ δὲ νίκην ἔσεσθαι καὶ κράτος κατὰ τῶν πολεμίων φράσαντος ἐπεξέρχεται τοῖς Παλαιστίνοις καὶ τεταραγμένοις προσβάλλει καὶ φονεύουσιν ἀλλήλους. 6.116προσρέουσι δὲ αὐτῷ καὶ οἱ πρότερον εἴς τε τοὺς ὑπονόμους καὶ εἰς τὰ σπήλαια συμφυγόντες ἀκούσαντες ὅτι νικᾷ Σαοῦλος· γενομένων δὲ ὡς μυρίων ἤδη τῶν Ἑβραίων διώκει τοὺς πολεμίους κατὰ πᾶσαν ἐσκορπισμένους τὴν χώραν. εἴτε δὲ ὑπὸ τῆς ἐπὶ τῇ νίκῃ χαρᾶς οὕτω παραλόγως γενομένῃ, συμβαίνει γὰρ μὴ κρατεῖν τοῦ λογισμοῦ τοὺς οὕτως εὐτυχήσαντας, εἴθʼ ὑπὸ ἀγνοίας εἰς δεινὸν προπίπτει καὶ πολλὴν ἔχον κατάμεμψιν ἔργον·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.110 Joseph. AJ 6.115 (English) >>Joseph. AJ 6.119

Powered by PhiloLogic